Ancient Greek · ~7 min
16.20 to 16.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.20-2-27
Not analysed yet
ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον, σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένοις ἐς ἐνιαυτοῦ μῆκος ἀντέχειν ξύμπασι Ῥωμαίοις. τὰ μὲν οὗν Σικελιωτῶν τοιαῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. Τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ’ ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφοράν, οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ’ ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκός, περιίστασθαι. προσθείη δ’ ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ’ ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε. τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ’ ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ’ ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.” Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε· “Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας.