Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.4
Not analysed yet
Καβάδης δὲ ἀμείβεται ὧδε, “Ὦ παῖ Σιλβανοῦ, μηδαμῶς ἀντιστρέφειν τὰς αἰτίας πειρῶ, πάντων ἐξεπιστάμενος μάλιστα ταραχῆς ἁπάσης αἰτιωτάτους γεγονέναι τοὺς Ῥωμαίους ὑμᾶς. πύλας γὰρ τὰς Κασπίας ἡμεῖς ἔσχομεν ἐπὶ τῷ Περσῶν τε καὶ Ῥωμαίων ἀγαθῷ, βιασάμενοι τοὺς ἐκείνῃ βαρβάρους, ἐπεὶ Ἀναστάσιος ὁ Ῥωμαίων αὐτοκράτωρ, ὥς που καὶ αὐτὸς οἶσθα, παρὸν αὐτὰς χρήμασιν ὠνεῖσθαι, οὐκ ἤθελεν, ὅπως μὴ στράτευμα εἰς πάντα τὸν αἰῶνα ἐνταῦθα ἔχων χρήματα μεγάλα ὑπὲρ ἀμφοτέρων προΐεσθαι ἀναγκάζηται.