Ancient Greek · ~3 min
16.1 to 16.3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.1-3
Not analysed yet
Οὕτω μὲν Ῥωμαίοις τὰ πράγματα εἶχε. Πέρσαι δὲ πρὸς Βελισαρίου ἐν Δάρας ἡσσημένοι τῇ μάχῃ οὐδ’ ὣς ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν, ἕως Ῥουφῖνος, ἐπεὶ ἐς ὄψιν τὴν Καβάδου ἦλθεν, ἔλεξεν ὧδε, “Ἔπεμψέ με, ὦ βασιλεῦ, ὁ σὸς ἀδελφὸς μέμψιν δικαίαν μεμφόμενος, ὅτι δὴ Πέρσαι ἀπ’ οὐδεμιᾶς αἰτίας ἐς γῆν τὴν αὐτοῦ ἐν ὅπλοις ἦλθον. καίτοι βασιλεῖ μεγάλῳ τε καὶ ἐς τόσον ξυνέσεως ἥκοντι ἐκ πολέμου εἰρήνην πρυτανεῦσαι μᾶλλον ἂν πρέποι ἢ τῶν πραγμάτων εὖ καθεστώτων ταραχὴν οὐ δέον αὑτῷ τε καὶ τοῖς πέλας προστρίβεσθαι. οἷς δὴ καὶ αὐτὸς εὔελπις ὢν ἐνθάδε ἀφῖγμαι, ὅπως τὸ λοιπὸν ἀμφοτέροις τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ εἴη.” Ῥουφῖνος μὲν τοσαῦτα εἶπε.