Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 16
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.7
Not analysed yet
ὑπὲρ ὧν ἔναγχος μεμφομένων ἡμῶν, δυοῖν τε τὸ ἕτερον ἀξιούντων παρ’ ὑμῶν γίγνεσθαι, ἢ ἐξ ἀμφοτέρων τὸν ἐς πύλας τὰς Κασπίας στρατὸν στέλλεσθαι, ἢ πόλιν Δάρας καταλύεσθαι, τῶν μὲν λεγομένων τὴν μάθησιν οὐ προσίεσθε, κακῷ δὲ μείζονι κρατύνασθαι τὴν ἐς Πέρσας ἐπιβουλὴν ἔγνωτε, εἴ τι μεμνήμεθα τῆς ἐν Μίνδουος οἰκοδομίας· καὶ νῦν δὲ Ῥωμαίοις ἑλετὰ μὲν τὰ τῆς εἰρήνης, αἱρετὰ δὲ τὰ ὅπλα, ἢ τὰ δίκαια πρὸς ἡμᾶς τιθεμένοις, ἢ ἀπ’ ἐναντίας αὐτῶν ἰοῦσιν.