Ancient Greek · ~2 min
16.8 to 16.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.8-10
Not analysed yet
οὐ γὰρ τὰ ὅπλα καταθήσουσι πρότερον Πέρσαι, πρὶν δὴ αὐτοῖς Ῥωμαῖοι ἢ τὰς πύλας δικαίως τε καὶ ὀρθῶς ξυμφυλάξουσιν, ἢ πόλιν Δάρας καταλύσουσι.” τοσαῦτα Καβάδης εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο, παραδηλώσας ὥς οἱ βουλομένῳ εἴη χρήματά τε πρὸς Ῥωμαίων λαβεῖν καὶ τὰς τοῦ πολέμου καταλύειν αἰτίας. ἅπερ Ῥουφῖνος ἐς Βυζάντιον ἥκων βασιλεῖ ἤγγειλεν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ Ἑρμογένης ἀφίκετο, καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι.