Ancient Greek · ~7 min
17.1 to 17.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.1-9
Not analysed yet
Ἅμα δὲ ἦρι ἀρχομένῳ στράτευμα Περσῶν Ἀζαρέθου ἡγουμένου ἐσέβαλεν ἐς Ῥωμαίων τὴν γῆν. ἦσαν δὲ πεντακισχίλιοί τε καὶ μύριοι, ἱππεῖς ἅπαντες. καὶ αὐτοῖς Ἀλαμούνδαρος ὁ Σακκίκης ξυνῆν, πάμπολύν τινα ὅμιλον Σαρακηνῶν ἔχων. αὕτη τε Πέρσαις ἡ ἐσβολὴ οὐ καθάπερ εἰώθει ἐγένετο· οὐ γὰρ ἐς τὴν Μεσοποταμίαν ἐσέβαλλον ὥσπερ τὰ πρότερα, ἀλλ’ ἐς τὴν πάλαι μὲν Κομμαγηνήν, τανῦν δὲ καλουμένην Εὐφρατησίαν, ὅθεν δὴ οὐ πώποτε Πέρσαι πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, ἐπὶ Ῥωμαίους ἐστράτευσαν. ὅτου δὲ ἕνεκα Μεσοποταμία τε ἡ χώρα ἐκλήθη καὶ οἱ Πέρσαι τῆς ἐς ταύτην ἐφόδου ἀπέσχοντο ἐρῶν ἔρχομαι. Ὄρος οὐ λίαν ἀπότομον ἐν Ἀρμενίοις ἐστί, Θεοδοσιουπόλεως μὲν δύο καὶ τεσσαράκοντα σταδίοις διέχον, τετραμμένον δὲ αὐτῆς πρὸς βορρᾶν ἄνεμον. καὶ πηγαὶ δύο ἐνθένδε ἐξίασι, ποταμοὺς δύο ποιοῦσαι αὐτίκα, Εὐφράτην μὲν ἡ ἐν δεξιᾷ, ἡ δὲ δὴ ἑτέρα Τίγρην ὄνομα. τούτοιν ἅτερος μέν, ὁ Τίγρης, οὔτε περιόδοις τισὶ χρώμενος οὔτε ὑδάτων ὅτι μὴ ὀλίγων οἱ ἐπιγινομένων, εὐθὺ Ἀμίδης πόλεως κάτεισι. καὶ αὐτῆς ἐς τὰ πρὸς βορρᾶν ἄνεμον προϊὼν χωρεῖ ἐς τῶν Ἀσσυρίων τὴν χώραν. ὁ δὲ δὴ Εὐφράτης φέρεται μὲν κατ’ ἀρχὰς ἐπί τινα χῶρον ὀλίγον, εὐθὺς δὲ προϊὼν ἀφανίζεται, οὐχ ὑπόγειος μέντοι γινόμενος, ἀλλά τί οἱ ξυμβαῖνον θαυμάσιον οἶον· ὑπὲρ γὰρ τοῦ ὕδατος τέλμα ἐπὶ πλεῖστον βαθὺ γίνεται, μῆκος μὲν ὅσον ἐπὶ σταδίους πεντήκοντα, εὖρος δὲ εἴκοσι· καὶ καλάμων φύεται πολύ τι χρῆμα ἐν τῷ πηλῷ τούτῳ. ἐς τόσον δὲ σκληρός τις ὁ χοῦς ἐνταῦθά ἐστιν ὥστε τοῖς ἐντυγχάνουσιν οὐδὲν ἄλλο δοκεῖν ἢ ἤπειρον εἶναι. ἐπ’ αὐτῷ τοίνυν ξυμβαίνει οὐδὲν δεδιότας πεζούς τε καὶ ἱππέας πορεύεσθαι. καὶ μὴν καὶ ἅμαξαι παρίασιν ἐνθένδε πολλαὶ ἡμέρᾳ ἑκάστῃ, ἀλλ’ οὐδὲν τὸ παράπαν ἰσχύουσι κινεῖν τι ἢ ἐξελέγχειν τοῦ τέλματος.