Ancient Greek · ~3 min
17.17 to 17.20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.17-20
Not analysed yet
ὅνπερ καὶ ἐγὼ πολλάκις ἰδὼν ἠγάσθην τε ὑπερφυῶς καί μοι ἐδόκουν ἐν Ταύροις εἶναι. τό τε γὰρ ὄρος τοῦτο ἐκείνῳ ἀτεχνῶς ἔοικεν, ἐπεὶ κἀνταῦθα ὁ Ταῦρός ἐστι, καὶ ὁ ποταμὸς Σάρος τῷ ταύτῃ Εὐφράτῃ εἰκάζεται. πόλιν τε οὖν ἀξιοθέατον ᾠκοδομήσατο ἐνταῦθα Ὀρέστης καὶ νεὼς δύο, τὸν ἕτερον μὲν τῇ Ἀρτέμιδι, τὸν δὲ ἄλλον τῇ ἀδελφῇ Ἰφιγενείᾳ, οὓς δὴ Χριστιανοὶ ἱερὰ σφίσι πεποίηνται, τῆς οἰκοδομίας οὐδὲν τὸ παράπαν μεταβαλόντες. αὕτη καλεῖται καὶ νῦν ἡ χρυσῆ Κόμανα, τῆς Ὀρέστου κόμης ἐπώνυμος οὖσα, ἣν δὴ ἐκεῖνον ἐνταῦθά φασιν ἀποκειράμενον διαφυγεῖν τὸ ἀρρώστημα. τινὲς δὲ λέγουσιν αὐτὸν οὐκ ἄλλην τινὰ νόσον ἢ τὴν μανίαν ταύτην ἀποφυγεῖν, ἥπερ αὐτὸν ἔσχεν ἐπειδὴ τὴν μητέρα τὴν ἑαυτοῦ ἔκτεινεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.