Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.21
Not analysed yet
Ἔκ τε γὰρ τῶν ἐν Ταύροις Ἀρμενίων καὶ χώρας τῆς Κελεσηνῆς ποταμὸς Εὐφράτης ἐν δεξιᾷ ῥέων γῆν τε πολλὴν περιβάλλεται, καὶ ποταμῶν οἱ ἄλλων τε ἀναμιγνυμένων καὶ αὐτοῦ Ἀρσίνου ὃς δὴ ἐκ τῶν Περσαρμενίων καλουμένων πολὺς φέρεται, μέγας τε, ὡς τὸ εἰκός, γεγενημένος ἐς τοὺς πάλαι μὲν Λευκοσύρους, νῦν δὲ Ἀρμενίους μικροὺς καλουμένους χωρεῖ, ὧν δὴ πόλις πρώτη Μελιτηνὴ λόγου πολλοῦ ἀξία ἐστί.