Ancient Greek · ~3 min
17.30 to 17.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.30-33
Not analysed yet
καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ Ἀλαμούνδαρος ὁ τῶν Σαρακηνῶν βασιλεὺς προσελθὼν εἶπεν “Οὐ πάντα, ὦ δέσποτα, χρεών ἐστι πιστεύειν τῇ τύχῃ οὐδὲ τοὺς πολέμους οἴεσθαι δεῖν κατορθοῦν ἅπαντας. οὐδὲ γὰρ εἰκὸς τοῦτό γε οὐδὲ ἄλλως ἀνθρώπειον, ἀλλὰ καὶ ἀξύμφορος αὕτη μάλιστα τοῖς αὐτῇ ἐχομένοις ἡ ἔννοιά ἐστι. τοὺς γὰρ ἅπαντα σφίσιν ἐλπίσαντας τἀγαθὰ ἔσεσθαι σφαλέντας ποτέ, ἂν οὕτω τύχοι, ἡ ἐλπὶς οὐ δέον ἡγησαμένη τοῦ προσήκοντος μᾶλλον ἠνίασε. διὸ δὴ οὐκ ἔχοντες ἀεὶ ἐπὶ τῇ τύχῃ τὸ θαρρεῖν ἄνθρωποι οὐκ ἐκ τοῦ εὐθέος ἐς κίνδυνον πολέμου καθίστανται, κἂν τῷ παντὶ τῶν πολεμίων ὑπεραίρειν αὐχῶσιν, ἀλλ’ ἀπάτῃ τε καὶ μηχαναῖς τισι περιελθεῖν τοὺς ἐναντίους ἐν σπουδῇ ἔχουσιν. οἷς γὰρ ἐκ τοῦ ἀντιπάλου ὁ κίνδυνός ἐστιν οὐκ ἐν βεβαίῳ τὰ τῆς νίκης χωρεῖ. νῦν οὖν μήτε οἷς Μιρράνης ἠτύχησεν οὕτω περιώδυνος, ὦ βασιλέων βασιλεῦ, γίνου, μήτε αὖθις ἀποπειράσασθαι βούλου τῆς τύχης.