Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.34
Not analysed yet
Μεσοποταμίας γὰρ καὶ τῆς Ὀσροηνῆς καλουμένης χώρας, ἅτε τῶν σῶν ὁρίων ἄγχιστα οὔσης, αἵ τε πόλεις ὀχυρώταταί εἰσι πασῶν μάλιστα καὶ στρατιωτῶν πλῆθος οἷον οὐ πώποτε πρότερον τανῦν ἔχουσιν, ὥστε ἡμῖν αὐτόσε ἰοῦσιν οὐκ ἐν τῷ ἀσφαλεῖ τὰ τῆς ἀγωνίας γενήσεται, ἐν μέντοι τῇ χώρᾳ, ἣ ἐκτὸς Εὐφράτου ποταμοῦ τυγχάνει οὖσα, καὶ τῇ ταύτης ἐχομένῃ Συρίᾳ οὔτε πόλεως ὀχύρωμα οὔτε στράτευμα λόγου ἄξιόν ἐστι.