Ancient Greek · ~1 min
17.34 to 17.35
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.34-2-35
Not analysed yet
αὖθις δὲ ἀμφ’ αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, Γερμανῷ ἅπαντες προσεχώρησαν. μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.