Ancient Greek · ~7 min
18.1 to 18.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.1-4-10
Not analysed yet
Ἦν δέ τις ἐν τοῖς Θεοδώρου τοῦ Καππαδόκου δορυφόροις, Μαξιμῖνος ὄνομα, πονηρὸς μάλιστα. οὗτος ὁ Μαξιμῖνος, τῶν στρατιωτῶν πλείστους διομοσαμένους ἐπὶ τὴν πολιτείαν ξὺν αὑτῷ ἔχων, τυραννίδι ἐπιθέσθαι διενοεῖτο. ἔτι τε πλείους ἑταιρίζεσθαι ἐν σπουδῇ ἔχων ἄλλοις τε τὸ βούλευμα φράζει καὶ Ἀσκληπιάδῃ, ὡρμημένῳ μὲν ἐκ Παλαιστίνης, εὖ δὲ γεγονότι καὶ πρώτῳ τῶν Θεοδώρου ἐπιτηδείων. ὁ γοῦν Ἀσκληπιάδης Θεοδώρῳ κοινολογησάμενος τὸν πάντα λόγον εὐθὺς Γερμανῷ εἰσαγγέλλει. καὶ ὅς, οὐκ ἐθέλων ἔτι οἱ τῶν πραγμάτων ᾐωρημένων ἑτέρας τινὸς ταραχῆς ἄρξαι, θωπείᾳ μᾶλλόν τινι τὸν ἄνθρωπον ἢ τιμωρίᾳ περιελθεῖν ἔγνω καὶ ὅρκοις αὐτὸν καταλαβεῖν τῆς ἐς τὴν πολιτείαν εὐνοίας. ὂν τοίνυν εἰθισμένον ἅπασι Ῥωμαίοις ἐκ παλαιοῦ μηδένα δορυφόρον τῶν τινος ἀρχόντων καθίστασθαι, ἢν μὴ δεινοτάτους πρότερον ὅρκους παρεχόμενος τὰ πιστὰ δοίη τῆς ἐς αὐτόν τε καὶ τὸν βασιλέα Ῥωμαίων εὐνοίας, μεταπεμψάμενος τὸν Μαξιμῖνον τῆς τε εὐτολμίας αὐτὸν ἐπῄνει καὶ δορυφορεῖν τὸ λοιπόν οἱ ἐπέτελλεν. ὁ δὲ περιχαρὴς γεγονὼς τῷ ὑπερβάλλοντι τῆς τιμῆς, ταύτῃ τε ῥᾷον αὐτῷ τὴν ἐπίθεσιν προχωρήσειν ὑποτοπάζων, τόν τε ὅρκον ὑπέστη καὶ τὸ λοιπὸν ἐν τοῖς Γερμανοῦ δορυφόροις ταττόμενος τά τε ὀμωμοσμένα εὐθὺς ἀλογεῖν ἠξίου καὶ τὰ ἐς τὴν τυραννίδα πολλῷ ἔτι μᾶλλον κρατύνασθαι. Ἡ μὲν οὖν πόλις ἑορτήν τινα πανδημεὶ ἦγε, πολλοὶ δὲ τῶν Μαξιμίνου στασιωτῶν ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν ἐς Παλάτιον κατὰ τὰ σφίσι ξυγκείμενα ἧκον, οὗ δὴ ὁ μὲν Γερμανὸς τοὺς ἐπιτηδείους εἱστία, παρεστήκει δὲ τῇ θοίνῃ ξὺν τοῖς ἄλλοις δορυφόροις ὁ Μαξιμῖνος. προϊόντος δὲ τοῦ πότου, εἰσελθών τις Γερμανῷ ἀπαγγέλλει στρατιώτας πολλοὺς κόσμῳ οὐδενὶ πρὸ τῆς αὐλείου θύρας ἑστῶτας αἰτιᾶσθαι συντάξεις χρόνου πολλοῦ τὸ δημόσιον σφίσιν ὀφείλειν. καὶ ὃς τῶν δορυφόρων τοὺς πιστοτάτους ἐκέλευσε λάθρα τὸν Μαξιμῖνον ἐν φυλακῇ ἔχειν, αἴσθησιν αὐτῷ τινα τοῦ ποιουμένου ὡς ἥκιστα παρεχομένους.