Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.6
Not analysed yet
Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἀπὸ τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων.