Ancient Greek · ~3 min
17.7 to 17.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.7-10
Not analysed yet
ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι. οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον. ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν. ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε.