Ancient Greek · ~7 min
18.1 to 18.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.1-10
Not analysed yet
Τούτου οὖν τότε τοῦ ἀνδρὸς τῇ ὑποθήκῃ ἡσθεὶς Καβάδης ἄνδρας πεντακισχιλίους τε καὶ μυρίους ἀπολεξάμενος Ἀζαρέθην αὐτοῖς ἄνδρα Πέρσην ἐπέστησε διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ σφίσιν Ἀλαμούνδαρον τῆς πορείας ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ τὸν Εὐφράτην ποταμὸν διαβάντες ἐν Ἀσσυρίοις, γῆν τε πορευθέντες τινὰ ἔρημον ἀνθρώπων, ἄφνω ἐς τῶν Κομμαγηνῶν καλουμένων τὴν χώραν παρὰ δόξαν ἐσέβαλλον. αὕτη τε πρώτη ἐνθένδε Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Ῥωμαίων ἐγένετο, ὅσα γε ἡμᾶς ἀκοῇ ἢ τρόπῳ τῳ ἄλλῳ ἐπίστασθαι, καὶ πάντας Ῥωμαίους τῷ ἀπροσδοκήτῳ κατέπληξεν. ἃ δὴ ἐπεὶ Βελισάριος ἔμαθε, τὰ μὲν πρῶτα διηπορεῖτο, μετὰ δὲ βοηθεῖν κατὰ τάχος ἔγνω. φυλακήν τε αὐτάρκη ἐν πόλει ἑκάστῃ καταστησάμενος, ὅπως μὴ Καβάδης τε καὶ στράτευμα τῶν πολεμίων ἄλλο ἐνταῦθα ἰόντες ἀφύλακτα τὸ παράπαν εὑρήσουσι τὰ ἐπὶ Μεσοποταμίας χωρία, αὐτὸς τῷ ἄλλῳ στρατῷ ὑπηντίαζεν, Εὐφράτην τε ποταμὸν διαβάντες σπουδῇ πολλῇ πρόσω ἐχώρουν. ὁ μὲν οὖν Ῥωμαίων στρατὸς ἐς δισμυρίους μάλιστα πεζούς τε καὶ ἱππέας ξυνῄει, καὶ αὐτῶν Ἴσαυροι οὐχ ἧσσον ἢ δισχίλιοι ἦσαν. ἄρχοντες δὲ ἱππέων μὲν ἅπαντες ἦσαν οἳ τὰ πρότερα τὴν ἐν Δάρας μάχην πρός τε Πέρσας καὶ Μιρράνην διήνεγκαν, πεζῶν δὲ τῶν τις δορυφόρων Ἰουστινιανοῦ βασιλέως, Πέτρος ὄνομα. τοῖς μέντοι Ἰσαύροις Λογγῖνός τε καὶ Στεφανάκιος ἐφειστήκεσαν. ἐνταῦθα δὲ καὶ Ἀρέθας αὐτοῖς ξὺν τῷ Σαρακηνῶν στρατεύματι ἦλθεν. ἐπεί τε ἐς Χαλκίδα πόλιν ἀφίκοντο, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον, ἐπεὶ τοὺς πολεμίους ἐν χωρίῳ Γαββουλῶν εἶναι ἐπύθοντο, δέκα καὶ ἑκατὸν σταδίοις Χαλκίδος διέχοντι. ὃ δὴ γνόντες Ἀλαμούνδαρός τε καὶ Ἀζαρέθης τόν τε κίνδυνον κατορρωδήσαντες, ἐπίπροσθεν οὐκέτι ἐχώρουν, ἀλλ’ ἐπ’ οἴκου αὐτίκα δὴ ἀποχωρεῖν ἔγνωσαν. αὐτοί τε γοῦν Εὐφράτην ποταμὸν ἐν ἀριστερᾷ ἔχοντες ὀπίσω ἀπήλαυνον καὶ ὁ Ῥωμαίων στρατὸς ὄπισθεν εἵπετο. ἔν τε τῷ χώρῳ οὗ δὴ οἱ βάρβαροι ἐς νύκτα ἑκάστην ηὐλίζοντο, ἀεὶ Ῥωμαῖοι τῇ ἐπιγινομένῃ νυκτὶ ἔμενον.