Ancient Greek · ~7 min
18.11 to 18.19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.11-19
Not analysed yet
Βελισάριος γὰρ ἐξεπίτηδες ὁδόν τινα πλείω πορεύεσθαι τὸ στράτευμα οὐδαμῆ εἴα, ἐπεί οἱ οὐκ ἦν βουλομένῳ τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ἀλλ’ ἀποχρῆν ᾤετο σφίσι Πέρσας τε καὶ Ἀλαμούνδαρον ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας, εἶτα ἐνθένδε οὕτω δὴ ἀποκεχωρηκότας, ἀπράκτους εἰς τὰ οἰκεῖα κομίζεσθαι. διὸ δὴ ἅπαντες αὐτῷ λάθρα ἐλοιδοροῦντο, ἄρχοντές τε καὶ στρατιῶται, ἐκάκιζε μέντοι αὐτὸν ἐς ὄψιν οὐδείς. Τελευτῶντες δὲ Πέρσαι μὲν ἐν τῇ τοῦ Εὐφράτου ἠϊόνι ηὐλίσαντο ἣ δὴ πόλεως Καλλινίκου ἀντιπέρας ἐστίν. ἐνθένδε γὰρ διὰ χώρας πρὸς οὐδενὸς ἀνθρώπων οἰκουμένης πορεύεσθαι ἔμελλον, οὕτω τε τῆς Ῥωμαίων γῆς ἀπαλλάσσεσθαι. οὐ γὰρ ἔτι διενοοῦντο ἰέναι ὥσπερ τὰ πρότερα, τῆς τοῦ ποταμοῦ ὄχθης ἐχόμενοι. Ῥωμαῖοι δὲ διανυκτερεύσαντες ἐν πόλει Σούρων ἐνθένδε τε ἐξαναστάντες, καταλαμβάνουσι συσκευαζομένους ἤδη ἐς τὴν ἄφοδον τοὺς πολεμίους. ἑορτὴ δὲ ἡ Πασχαλία ἐπέκειτο ἡμέρᾳ ἐπιγενησομένη τῇ ὑστεραίᾳ, ἣν δὴ σέβονται Χριστιανοὶ πασῶν μάλιστα, ἡμέρᾳ τε τῇ ταύτης προτέρᾳ σιτίων τε καὶ ποτοῦ ἀπεχόμενοι οὐ διημερεύειν νενομίκασι μόνον, ἀλλὰ καὶ πόρρω που νήστεις τῶν νυκτῶν ἰέναι. τότε οὖν ἅπαντας Βελισάριος ὀργῶντας ἐπὶ τοὺς πολεμίους ὁρῶν, ταύτης τε ἀποστῆσαι τῆς γνώμης ἐθέλων ʽταῦτα γάρ οἱ καὶ Ἑρμογένης ἐγίνωσκεν ἄρτι ἐπὶ πρεσβείᾳ ἐκ βασιλέως ἥκων’ τοὺς παραγενομένους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε “Ποῖ φέρεσθε, ἄνδρες Ῥωμαῖοι, ἢ τί πεπονθότες κίνδυνον αἱρεῖσθαι ὑμῖν αὐτοῖς οὐκ ἀναγκαῖον βουλεύεσθε; μίαν εἶναι νίκην ἀκίβδηλον οἴονται ἄνθρωποι τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν, ὅπερ ἡμῖν ἔν γε τῷ παρόντι δέδωκεν ἥ τε τύχη καὶ ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος. οὐκοῦν ἀπόνασθαι τῶν παρόντων ἀγαθῶν ἄμεινον ἢ παρελθόντα ταῦτα ζητεῖν. Πέρσαι γὰρ πολλαῖς μὲν ἐλπίσιν ἠγμένοι ἐπὶ Ῥωμαίους ἐστράτευσαν, πάντων δὲ τανῦν ἐκπεπτωκότες ἐς φυγὴν ὥρμηνται. ὥστε ἢν οὐχ ἑκόντας αὐτοὺς μεταβάλλεσθαι μὲν τῆς ἐς τὴν ὑπαγωγὴν γνώμης, ἐς χεῖρας δὲ ἰέναι ἡμῖν αὐτοῖς ἀναγκάσωμεν, νενικηκότες μὲν πλέον τὸ παράπαν οὐδὲν ἕξομεν.