Ancient Greek · ~1 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.1-3
Not analysed yet
Ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται.