Ancient Greek · ~4 min
17.12 to 17.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.12-17
Not analysed yet
Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν. Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους. ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαί, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι. Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν. ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.