Ancient Greek · ~3 min
18.1 to 18.5
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.1-5-5
Not analysed yet
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱσταμένου. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾶ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον εἴη. καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράς τε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ ξυνίστατο ἡ ξυμβολὴ ἑκατέρωθεν. τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὤν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ’ ἐν τοῖς πρώτοις ἅτε στρατιώτης ἐμάχετο· καὶ ἀπ’ αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι, ἐπεὶ ξύμπασα ἡ τοῦ πολέμου ῥοπὴ ἐπ’ αὐτῷ ἔκειτο.