Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.6
Not analysed yet
ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμων τε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα. τοῦτον Ἕλληνες μὲν φαλιόν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ’ αὐτόν τε καὶ Βελισάριον τά τε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ αἰτίας τοιᾶσδε.