Ancient Greek · ~7 min
18.1 to 18.8
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.1-6-8
Not analysed yet
Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν· πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον· Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία. οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκός, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι. καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ’ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι. Ταῦτα βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε· πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος Δρυοῦντι προσέσχον. οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμόν, ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ὁ δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ ἔχειν. Ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ ὁ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων δυνατὰ εἴη.