Ancient Greek · ~7 min
17.16 to 17.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.16-25
Not analysed yet
τελευτῶντες δέ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι ὅτου ὠνοῖντο, ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον. ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς ἐμφερεστάτους εἰργάζετο. πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον. ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο. Ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνήρ, πέντε παίδων πατήρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον· ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονώς, ἀλλ’ ἰσχυρότατα ἐν τῇ διανοίᾳ τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ τροφὴν ληψομένους ἐκέλευεν. ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων οἳ ταύτῃ ἦσαν. Καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις ἐνθένδε βουλομένοις ἦν ἀπαλλάσσεσθαι. ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον. πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.