Ancient Greek · ~7 min
18.17 to 18.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.17-26
Not analysed yet
βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο. ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο. οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον· ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται. δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος. οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν· ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν. οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο· ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον. ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷ τε ξυνιόντες ἀλλήλοις ἐς ὀλίγον συνήγοντο. οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ εἶχον. Τότε Βελισάριον ἔννοιά τε καὶ τόλμα εἰσῆλθεν, ἣ Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξαπιναίως τοῖς ἐναντίοις ἐνέπεσεν.