Ancient Greek · ~6 min
18.27 to 18.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.27-33
Not analysed yet
οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβον τε πολὺν ἀπ’ αὐτοῦ καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον. Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτω τε Ῥωμαῖοι θαρσήσαντες αὐτόν τε καὶ τοὺς ἀμφ’ αὐτὸν ἅπαντας τῇ πόλει ἐδέξαντο. παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριός τε καὶ τὰ βασιλέως πράγματα ἦλθεν· ἥ τε μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὅς, ἡνίκα ἡ μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι ἔπεσε. δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθη τε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς αὐτοῦ ἔκειτο. τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ’ ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται, οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου. ὁ δέ, οὐδὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷ τε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντα τε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον ἤνεγκαν. μέγα τε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε.