Ancient Greek · ~4 min
18.21 to 18.26
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.21-26
Not analysed yet
ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον. οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφοδον, ἐβοήθουν δρόμῳ. ἐπελθόντες τε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντά τε διέφθειραν καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον. ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ στρατὸς καταλαβὼν διεκώλυσε. πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖς τε καὶ συχνοῖς Γότθους ἐπιόντας Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο. ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι’ ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο. τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.