Ancient Greek · ~7 min
19.1 to 19.11
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.1-2-11
Not analysed yet
Βελισάριός τε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις λυμήνηται. ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντές τε ἡμέρας ὁδὸν φρουρίῳ ἐνέτυχον ὃ Σισαυράνων καλοῦσι Πέρσαι. ἐνταῦθα πλῆθός τε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχάμης ὄνομα, ἐφειστήκει. Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήν τε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρούσθησαν, πολλοὺς τῇ μάχῃ ἀποβαλόντες. τό τε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε “Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις προορᾶν τε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι πρὸ τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω. ἐπίστασθε τοίνυν πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολλῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων, πορεύεσθαι. ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδε τε καὶ ἐκ Νισίβιδος πόλεως ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς τὸ εἰκός, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν. ἢν δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴς τε μάχην καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξεσθαι, πάθοιμεν δ’ ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα· ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ τὸ λοιπὸν ἕξομεν. μὴ τοίνυν ἀλογίστῳ σπουδῇ χρώμενοι ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα, μηδὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους ἱκανῶς πέφυκεν. ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζόμενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία στελλέσθω.