Ancient Greek · ~1 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.29-2
Not analysed yet
Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.