Ancient Greek · ~7 min
19.1 to 19.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.1-6-10
Not analysed yet
Δείσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκομίζειν διενοεῖτο. καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς διακρίνεσθαι, πρότερον ἐπενόει τάδε. ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ’ αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις ἐν τῇ γεφύρᾳ πεποιημένων. ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινάς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι δῆθεν τῷ λόγῳ ἐστέλλοντο. δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου. στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καί, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει τῇ πάσῃ. τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ’ ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται. ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν. Αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν, οὗ δὴ τὸν πύργον ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε.