Ancient Greek · ~2 min
18.42 to 18.43
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.42-43
Not analysed yet
ἐς Γότθους τε καὶ Οὐίττιγιν ἀνεχώρησε. Βελισάριος δὲ γέλωτα πολὺν πρὸς Ῥωμαίων ὦφλεν, ἐπεὶ μόλις τοὺς πολεμίους διαφυγὼν θαρσεῖν τε ἤδη καὶ περιφρονεῖν τῶν βαρβάρων ἐκέλευεν· εὖ γὰρ εἰδέναι ὡς κατὰ κράτος αὐτοὺς νικήσει. ὅπως δὲ τοῦτο καταμαθὼν ἔγνω ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται. ἐπεὶ δὲ πόρρω ἦν τῶν νυκτῶν, νῆστιν ἔτι Βελισάριον ὄντα ἥ τε γυνὴ καὶ τῶν ἐπιτηδείων ὅσοι παρῆσαν ἄρτου βραχέος κομιδῆ γεύσασθαι μόλις ἠνάγκασαν. ταύτην μὲν οὖν τὴν νύκτα οὕτως ἑκάτεροι διενυκτέρευσαν.