Ancient Greek · ~7 min
18.34 to 18.41
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.34-41
Not analysed yet
Τότε δὲ Βελισάριος, ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώτας τε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυρά τε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τά τε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε. Βέσσας δέ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν, δι’ ἄλλης πύλης ἐμβεβληκότων ἣ ὑπὲρ ποταμὸν Τίβερίν ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα. ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο εἶναι. ἔπεμψε δὲ καὶ τῶν ἱππέων τινὰς ὑπὲρ ποταμὸν Τίβεριν κατὰ τάχος, οἳ τὰ ἐκείνῃ ἐπισκεψάμενοι οὐδὲν πολέμιον τῇ πόλει ἐνταῦθα ξυμβῆναι ἀπήγγελλον. πέμψας οὖν εὐθὺς ἐς πύλην ἑκάστην ἄρχουσι τοῖς πανταχῆ οὖσιν ἐπέστελλεν ὥστε, ἐπειδὰν τοὺς πολεμίους ἀκούσωσι κατ’ ἄλλην τινὰ τοῦ περιβόλου ἐσβεβληκέναι μοῖραν, μήτε ἀμύνειν μήτε φυλακὴν τὴν σφετέραν ἐκλιπεῖν, ἀλλ’ ἡσυχῆ μένειν· αὐτῷ γὰρ ὑπὲρ τούτων μελήσειν. ἔπρασσε δὲ ταῦτα, ὅπως μὴ ἐκ φήμης οὐκ ἀληθοῦς ἐς ταραχὴν αὖθις καθιστῶνται. Οὐίττιγις δέ, Ῥωμαίων ἔτι ἐν θορύβῳ πολλῷ καθεστώτων, ἐς πύλην Σαλαρίαν τῶν τινα ἀρχόντων, Οὔακιν ὄνομα, ἔπεμψεν, οὐκ ἀφανῆ ἄνδρα. ὃς ἐνταῦθα ἐλθὼν καὶ Ῥωμαίους τῆς ἐς Γότθους ἀπιστίας κακίσας τὴν προδοσίαν ὠνείδιζεν ἣν αὐτοὺς ἐπί τε τῇ πατρίδι πεποιῆσθαι καὶ σφίσιν αὐτοῖς ἔλεγεν, οἳ τῆς Γότθων δυνάμεως Γραικοὺς τοὺς σφίσιν οὐχ οἵους τε ἀμύνειν ὄντας ἠλλάξαντο, ἐξ ὧν τὰ πρότερα οὐδένα ἐς Ἰταλίαν ἥκοντα εἶδον, ὅτι μὴ τραγῳδούς τε καὶ μίμους καὶ ναύτας λωποδύτας. ταῦτά τε καὶ πολλὰ τοιαῦτα Οὔακις εἰπών, ἐπεί οἱ οὐδεὶς ἀπεκρίνατο,