Ancient Greek · ~3 min
18.47 to 18.51
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.47-51
Not analysed yet
πολλάκις τε ἀπειπόντες οἱ βάρβαροι ἐπ’ αὐτοὺς ἤλαυνον, ὡς ξυνταράξοντές τε καὶ διαλύσοντες τὴν παράταξιν, ἀλλ’ ἄπρακτοι ἐνθένδε ὀπίσω αὖθις ἀπήλαυνον. οἱ γὰρ ἵπποι αὐτοῖς τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἐς ταραχὴν ξὺν τοῖς ἐπιβάταις καθίσταντο. διαγεγόνασί τε οὕτως ἑκάτεροι ἕως ἐγεγόνει τῆς ἡμέρας ὀψέ. νυκτὸς δὲ ἤδη ἐπιλαβούσης Πέρσαι μὲν ἐς τὸ στρατόπεδον ἀνεχώρησαν, Βελισάριος δὲ ὁλκάδος ἐπιτυχὼν ξὺν ὀλίγοις τισὶν ἐς τοῦ ποταμοῦ τὴν νῆσον κατῆρεν, οὗ δὴ καὶ οἱ ἄλλοι Ῥωμαῖοι νηχόμενοι ἦλθον. τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον. Ἀζαρέθης δέ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Καβάδου μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε.