Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.52
Not analysed yet
νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ’ ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος.