Ancient Greek · ~7 min
19.1 to 19.10
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.1-3-10
Not analysed yet
Ἡμεῖς δὲ τῶν γεγονότων οὐδ’ ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ Δέκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ Δεκίμου διέχοντα, χαράκωμά τε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαν τε ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε· “Ὁ μὲν τῆς ἀγωνίας καιρός, ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν· αἰσθάνομαι γὰρ προσιόντας ἡμῖν τοὺς πολεμίους· τὰς δὲ ναῦς ὡς πορρωτάτω ἡμῶν ἡ τοῦ τόπου φύσις ἀπήνεγκε· περιέστηκε δὲ ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα. οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρωμα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν αὐτῶν ἕξομεν. ἀλλ’ εἰ μὲν ἄνδρες ἀγαθοὶ γενοίμεθα, εἰκὸς ἂν εἴη καὶ περιέσεσθαι ἡμᾶς τῷ πολέμῳ τῶν ἐναντίων· ἢν δέ τι μαλακιζοίμεθα, λελείψεται ἡμῖν ὑπὸ Βανδίλοις γεγενημένοις αἰσχρῶς διεφθάρθαι. καίτοι πολλὰ ἡμῖν ἐφόδια πρὸς τὴν νίκην ἐστί· τό τε δίκαιον, μεθ’ οὗ πρὸς τοὺς δυσμενεῖς ἥκομεν ʽτὰ γὰρ ἡμέτερα αὐτῶν κομιούμενοι πάρεσμεν̓, καὶ τὸ τῶν Βανδίλων ἐς τὸν σφῶν αὐτῶν τύραννον ἔχθος. ἥ τε γὰρ τοῦ θεοῦ ξυμμαχία τοῖς τὰ δίκαια προτεινομένοις προσγίνεσθαι πέφυκε, καὶ στρατιώτης τῷ κρατοῦντι δύσνους ἀνδραγαθίζεσθαι οὐκ ἐπίσταται. χωρὶς δὲ τούτων ἡμεῖς μὲν Πέρσαις τε καὶ Σκύθαις τὸν ἅπαντα ὡμιλήσαμεν χρόνον, οἱ δὲ Βανδίλοι, ἐξ ὅτου Λιβύης ἐκράτησαν, οὐδένα πολέμιον ὅτι μὴ γυμνοὺς Μαυρουσίους τεθέανται. τίς δὲ οὐκ οἶδεν ὠς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ εἰς ἀμαθίαν φέρει; τὸ μὲν οὖν χαράκωμα, ὅθεν ἡμᾶς τὸν πόλεμον διαφέρειν δεήσει, ὡς ἄριστα ἡμῖν πεποιῆσθαι ξυμβαίνει. πάρεστι δὲ ἡμῖν τά τε ὅπλα καὶ τὰ ἄλλα πάντα ὅσα φέρειν οὐχ οἷοί τε ἐσμὲν ἐνταῦθα καταθεμένοις ἰέναι, καὶ ἀναστρέψαντας ἂν ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι. εὔχομαι δὲ ὑμῶν ἕκαστον τῆς τε οἰκείας ἀρετῆς καὶ τῶν κατὰ τὸν οἶκον ἀναμνησθέντα οὕτω δὴ καταφρονήματι ἐπὶ τοὺς πολεμίους χωρεῖν.”