Ancient Greek · ~7 min
19.11 to 19.22
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.11-22
Not analysed yet
Τοσαῦτα εἰπὼν Βελισάριος καὶ ἐπευξάμενος τήν τε γυναῖκα καὶ τὸ χαράκωμα τοῖς πεζοῖς ἀπολιπὼν αὐτὸς μετὰ τῶν ἱππέων ἁπάντων ἐξήλασεν. οὐ γάρ οἱ ἐφαίνετο ἐν τῷ παρόντι ξύμφορον εἶναι τῷ παντὶ διακινδυνεῦσαι στρατῷ, ἀλλὰ ξὺν τοῖς ἱππεῦσι πρῶτον ἀκροβολισαμένῳ καὶ ἀποπειρασαμένῳ τῆς τῶν πολεμίων δυνάμεως οὕτω δὴ τῷ ὅλῳ στρατεύματι διαμάχεσθαι. στείλας οὖν ἔμπροσθεν τοὺς τῶν φοιδεράτων ἄρχοντας, σὺν τῷ ἄλλῳ στρατῷ καὶ τοῖς οἰκείοις δορυφόροις τε καὶ ὑπασπισταῖς αὐτὸς εἵπετο. ἐπεὶ δὲ οἱ φοιδερᾶτοι ξὺν τοῖς ἡγεμόσιν ἐγένοντο ἐν τῷ Δεκίμῳ, ὁρῶσι τοὺς τῶν πεπτωκότων νεκρούς, δώδεκα μὲν ἑταίρους τῶν μετὰ Ἰωάννου, πλησίον δὲ αὐτῶν Ἀμμάταν καὶ Βανδίλων τινάς. παρὰ δὲ τῶν ταύτῃ ᾠκημένων τὸν πάντα λόγον ἀκούσαντες ἤσχαλλον, ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη. ἔτι δὲ αὐτῶν ἀπορουμένων καὶ ἀπὸ τῶν λόφων ἅπαντα περισκοπουμένων τὰ ἐκείνῃ χωρία, κονιορτός τε ἀπὸ μεσημβρίας ἐφαίνετο καὶ μικρὸν ὕστερον Βανδίλων ἱππέων πάμπολυ Χρῆμα. καὶ πέμπουσι μὲν πρὸς πρὸς Βελισάριον, ὡς τάχιστα ἥκειν αἰτοῦντες, ἅτε δὴ σφίσιν ἐγκειμένων τῶν πολεμίων. τῶν δὲ ἀρχόντων αἱ γνῶμαι δίχα ἐφέροντο. οἱ μὲν γὰρ ἠξίουν τοῖς ἐπιοῦσιν ὁμόσε ἰέναι, οἱ δὲ οὐκ ἀξιόχρεων σφίσιν ἐς τοῦτο ἔφασκον εἶναι τὴν δύναμιν. ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαροι ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος καὶ ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχε καὶ ἧς οἱ Μασσαγέται ἧκον οἱ Γιβαμούνδῳ ξυμμίξαντες. λοφώδεις δὲ χῶροι ἐφ’ ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐδὲ τὴν ὁδὸν ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο. ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν. ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι. προτερήσαντες δὲ οἱ Βανδίλοι τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.