Ancient Greek · ~1 min
19.1 to 19.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.1-4-2
Not analysed yet
Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν· στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ Ἰωάννην τὸν Σισινιόλου υἱόν. Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι ἦλθον.