Ancient Greek · ~5 min
18.11 to 18.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.11-2-18
Not analysed yet
οἱ μὲν οὖν στασιῶται ξύν τε ἀπειλῇ καὶ ταραχῇ ἐπὶ τὸν ἱππόδρομον δρόμῳ ἐχώρουν οἵ τε τῆς βουλῆς αὐτοῖς μετασχόντες κατὰ βραχὺ ἀγειρόμενοι ἐκ τῶν οἰκημάτων ἐνταῦθα ξυνέρρεον. καὶ εἰ μὲν ξυλλεγῆναι ἅπαντας ἐς ταὐτὸ ἔτυχεν, οὐκ ἄν τις, οἶμαι, καταλύειν αὐτῶν τὴν δύναμιν εὐπετῶς ἔσχε· νῦν δὲ Γερμανὸς προτερήσας ἔτι ἀπολελειμμένου τοῦ πλείστου ὁμίλου ἅπαντας αὐτίκα τοὺς αὐτῷ τε καὶ βασιλεῖ εὐνοϊκῶς ἔχοντας ἐπ’ αὐτοὺς ἔπεμψεν. οἳ δὴ οὐ προσδεχομένοις τοῖς στασιώταις εἰς χεῖρας ἦλθον. οἱ δὲ οὔτε Μαξιμῖνον σὺν αὑτοῖς ἔχοντες, ὅνπερ σφίσιν ἐξηγήσεσθαι τοῦ κινδύνου ἐκαραδόκουν, οὔτε τὸ πλῆθος ὁρῶντες αὑτοῖς, ᾗπερ ᾤοντο, ξυλλεγέν, ἀλλὰ καὶ μαχομένους παρὰ δόξαν σφίσι τοὺς ξυστρατιώτας θεώμενοι καὶ ἀπ’ αὐτοῦ ἐς ὀλιγωρίαν ἐλθόντες ἡσσήθησάν τε ῥᾳδίως τῇ μάχῃ καὶ κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. καὶ αὐτῶν οἱ ἐναντίοι πολλοὺς μὲν ἔκτεινον, πολλοὺς δὲ παρὰ Γερμανὸν ζωγρήσαντες ἦγον. ὅσοι μέντοι οὐκ ἔφθησαν εἰς τὸν ἱππόδρομον ἥκοντες, οὐδεμίαν αἴσθησιν τῆς ἐπὶ Μαξιμίνῳ παρέσχοντο γνώμης. Γερμανὸς δὲ αὐτοὺς μὲν διερευνᾶσθαι οὐκέτι ἠξίου, ἀνεπυνθάνετο δὲ εἰ Μαξιμίνῳ ἐπειδὴ ὠμωμόκει, τὰ ἐς τὴν ἐπιβουλὴν ἤσκητο. ἐληλεγμένον τε ὡς ἐν τοῖς αὐτοῦ δορυφόροις ταττόμενος τὴν ἐπίθεσιν ἔτι μᾶλλον ποιοίη, ἄγχιστά πη αὐτὸν τοῦ Καρχηδόνος περιβόλου ἀνεσκολόπισεν οὕτω τε τὴν στάσιν παντάπασιν καταλύειν ἔσχε. Μαξιμίνου μὲν ἡ ἐπιβουλὴ ἐτελεύτησεν ὧδε.