Ancient Greek · ~6 min
19.21 to 19.29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.21-29
Not analysed yet
ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν ἀεὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε. προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ’ ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ’ αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε. δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν. τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε. ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα ὅσα ὁ ποταμὸς ἔφερε, ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει. ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι. οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο. ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι. ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως εἴ τι οὐ καθαρὸν ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.