Ancient Greek · ~3 min
20.1 to 20.4
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.1-5-4
Not analysed yet
Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοί, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες, παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν ὁ τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων. λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει. καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο.