Ancient Greek · ~4 min
19.29 to 19.34
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.29-2-34
Not analysed yet
ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο πρὸς τῶν πολεμίων Ἰσαάκης. Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ’ οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ ἅπαντα διεφθάρθαι σφίσι τὰ πράγματα ἄλλο τε οὐδὲν ἀπολελεῖφθαι ὀχύρωμα, ὅποι ἂν καταφυγόντες τὸ λοιπὸν σώζοιντο, ἐς ἀφασίαν ἐμπέπτωκεν οὐ γεγονὸς αὐτῷ πρότερον τοῦτό γε. διὸ δὴ κατὰ τάχος ὀπίσω ὑπῆγε τὸ στράτευμα, ὡς ἐπιθησόμενος μὲν ἀτάκτοις ἔτι τοῖς πολεμίοις οὖσιν, ἀνασωσόμενος δὲ πάσῃ μηχανῇ τὸ χωρίον. Οὕτω μὲν ὁ Ῥωμαίων στρατὸς ἐνθένδε ἄπρακτοι ἀνεχώρησαν. ἐν δὲ τῷ Πόρτῳ γενόμενος Βελισάριος, τήν τε Ἰσαάκου μανίαν ἔγνω καὶ τῆς οὐ δέον οἱ αὐτῷ ξυμβάσης ταραχῆς ᾔσθετο, τῷ τε τῆς τύχης ἐναντιώματι περιώδυνος γεγονὼς ἐνόσει τὸ σῶμα. πυρετὸς γὰρ ἐπιγενόμενος ἐς χρόνου μῆκος ὑπερφυῶς τε αὐτὸν ἠνία καὶ ἐς κίνδυνον θανάτου ἦγεν. ἡμέραιν δὲ δυοῖν ὕστερον Ῥουδερίχῳ τε ξυνέβη τελευτῆσαι τὸν βίον καὶ ὁ Τουτίλας περιαλγήσας τῇ ξυμφορᾷ τὸν Ἰσαάκην διέφθειρε.