Ancient Greek · ~3 min
20.1 to 20.3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.1-6-3
Not analysed yet
Βέσσας τε τὸν σῖτον ἔτι μᾶλλον ἀπεμπολῶν ἐπλούτει, πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης. καὶ ὅλος εἰς μέριμναν τὴν περὶ ταῦτα ἐσπουδακὼς οὔτε φυλακῆς τοῦ περιβόλου οὔτε ἄλλου ὁτουοῦν ἀσφαλείας πέρι ἐπεμελεῖτο, ἀλλὰ ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν, φυλακτήριον δὲ ὀλίγων τινῶν ἐν τοῖς τείχεσιν ἦν, καὶ τοῦτο δὲ ἀπημελημένον ὡς μάλιστα. οἷς γὰρ ἀεὶ τὴν φυλακὴν ἐπικεῖσθαι ξυνέβαινε, πολλὴ ἐξουσία τοῦ καθεύδειν ἐγίνετο, ἐπεὶ οὐδεὶς αὐτοῖς ἐφειστήκει, ὅστις ἂν καὶ λόγον τινὰ τοῦ τοιούτου ποιοῖτο· οὐδὲ περιιόντες τινὲς κύκλῳ τῶν περιβόλων, ᾗπερ εἰώθει, διερευνᾶσθαι τοὺς φύλακας ὅ τί ποτε ποιοῦσιν ἠξίουν, οὐ μὴν οὐδέ τις τῶν οἰκητόρων αὐτοῖς ξυμφυλάσσειν ἠδύνατο. ὀλίγοι τε γὰρ κομιδῆ ἐνταῦθα, ὥσπερ μοι ἐρρήθη, ἐλείποντο καὶ αὐτοὶ τῷ λιμῷ ὑπερφυῶς κεκακωμένοι.