Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 19
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.3
Not analysed yet
αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστίν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστίν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως σταδίους οὐχ ἧσσον ἢ χιλίους διέχουσαν.