Ancient Greek · ~1 min
19.1 to 19.2
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.1-2
Not analysed yet
Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ’ ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βασιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι. τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν καλουμένην διήκει.