Ancient Greek · ~2 min
19.31 to 19.33
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.31-33
Not analysed yet
οἱ δὲ βάρβαροι ἄτακτοί τε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες, καὶ ἡ μάχη ἐτελεύτα ἐς νύκτα. ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐδὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ’ ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν. οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντες τε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.