Ancient Greek · ~7 min
19.23 to 19.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.23-2-30
Not analysed yet
φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι. πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν· ἀλλ’ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν. Ἐνθενδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι. εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα· τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος ἐφαινετο· εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων. καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶν τε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦ τε ἀπόπλου καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα. βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔς τε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο. τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίως τε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήν τε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐχώρει.