Ancient Greek · ~3 min
19.46 to 19.49
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 19.46-49
Not analysed yet
ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθᾳ εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ’ αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα. Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολή, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα ἔπρασσεν. αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε. ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.