Ancient Greek · ~7 min
20.1 to 20.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.1-2-13
Not analysed yet
Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. Κάνδιδος δέ, ὁ Σεργιουπόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν. χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι. Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια χρήματα, ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου. ὁ δὲ αὐτὸν ἐς Σεργιούπολίν τινας ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους. καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰ ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν. οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι. Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ ἔφη, ἀλλ’ ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας. καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μέν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας, ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι. οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο. στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔς τε πολιορκίαν καθίστασθαι καὶ προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι. καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα δὲ ἀπειπόντες τε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύοντο τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι.