Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ, Chapter 20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.14-3
Not analysed yet
Τουτίλας δέ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἡκόντων ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν.