Ancient Greek · ~7 min
20.5 to 20.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.5-2-13
Not analysed yet
καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον ὅθεν οἱ ἄνθρωποι Γότθοις ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι. οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος. ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο. Ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου. ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παρ’ αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ’ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν. οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς ἄγουσι. καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβάρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν· ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς τῶν βαρβάρων πολλοὺς ἐγεγόνει. ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον. ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινά, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν.