Ancient Greek · ~7 min
21.1 to 21.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.1-3-9
Not analysed yet
Τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτο ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι οὗ δὴ Γελίμερ τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει. Δέλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, οὐ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης, ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ’ οὗ δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο. Δέλφικα δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονε, καὶ ἀπ’ αὐτοῦ ἔν τε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει Δέλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τὰ βασιλέως οἰκία Παλάτιον ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαν τε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ αὐτοῦ καλοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ. ἐν Δέλφικι τοίνυν Βελισάριός τε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρατεύματι δόκιμον ἦν. τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖς τε βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥ τε τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα ὑπούργει. παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο. Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ’ αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγονότων τετύχηκε. τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐδ’ ἂν κατὰ πεντακοσίους εἶεν ἄλλως τε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε οὐδὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι,