Ancient Greek · ~6 min
21.10 to 21.17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 21.10-17
Not analysed yet
οὐ μὴν οὐδέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ’ ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐδὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ’ οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοί τε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον. Μετὰ δὲ Βελισάριος Βανδίλοις τε τοῖς ἐς τὰ ἱερὰ καταφυγοῦσι πιστὰ ἐδίδου καὶ τῶν τειχῶν ἐπεμελεῖτο. ἦν γὰρ ὁ Καρχηδόνος περίβολος οὕτω δὴ ἀπημελημένος ὥστε ἐσβατὸς ἐν χώροις πολλοῖς τῷ βουλομένῳ καὶ εὐέφοδος ἐγεγόνει. μοῖρα γὰρ οὐκ ὀλίγη αὐτοῦ κατεπεπτώκει καὶ διὰ τοῦτο Γελίμερα οἱ Καρχηδόνιοι ἔφασκον ἐν τῇ πόλει οὐχ ὑποστῆναι. οὐ γὰρ ἄν ποτε οἴεσθαι χρόνῳ ὀλίγῳ οἷόν τε εἶναι τῷ περιβόλῳ τούτῳ τὴν ἀσφάλειαν ἀνασώσασθαι. ἔλεγον δέ τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα. καὶ τότε μὲν παίζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι καὶ ἀπολελεῖφθαι ἐν αἰνίγματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν ἄντικρυς φανερὸν εἶναι. πρότερόν τε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελίμερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησε. Τότε δὲ καὶ ὄναρ πολλοῖς μὲν πολλάκις ὀφθὲν πρότερον, ἄδηλον δὲ γεγονὸς ὅπη ἐκβήσεται, ἐς φῶς ἐληλύθει. ἐτύγχανε δὲ ὂν τὸ ὄναρ τοιόνδε. Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων οἱ Καρχηδόνιοι σέβονται.